Οι τιμώμενοι άγιοι:
α) άγιος Δημήτριος ο μεγαλομάρτυρας και μυροβλύτης
Η μνήμη του τιμάται στις 26 Οκτωβρίου.
Σύντομος βίος.
Απολυτίκιο (ήχος γ΄):
Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις
σὲ ὑπέρμαχον ἡ οἰκουμένη,
ἀθλοφόρε, τὰ ἔθνη τροπούμενον.
Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν,
ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα,
οὕτως, ἅγιε μεγαλομάρτυς Δημήτριε,
Χριστὸν τὸν Θεὸν ἱκέτευε
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιο (ήχος β΄):
Τοῖς τῶν αἱμάτων σου ῥείθροις, Δημήτριε,
τὴν Ἐκλησίαν Θεὸς ἐπορφύρωσεν,
ὁ δοὺς σοι τὸ κράτος ἀήττητον,
καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον·
αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Μεγαλυνάριο:
Τὸν μέγαν ὁπλίτην καὶ ἀθλητήν,
τὸν στεφανηφόρον καὶ ἐν μάρτυσι θαυμαστόν,
τὸν λόγχῃ τρωθέντα πλευρὰν ὡς ὁ Δεσπότης,
Δημήτριον τὸν θεῖον ὕμνοις τιμήσωμεν.
β) αγία Γλυκερία η παρθενομάρτυς
Η μνήμη της τιμάται στις 13 Μαΐου.
Ο βίος της.
Απολυτίκιο (ήχος δ΄):
Χριστόν ἀγαπήσασα τὸν τῆς Παρθένου Υἱόν
ὡς μάρτυς ἀήττητος ἐφάνης ὄντως σεμνή·
ἔλλαμψας ἐν τῷ κόσμῳ διὰ τοῦ μαρτυρίου
ἔλαβες τοὺς στεφάνους ἐκ χειρὸς τοῦ Κυρίου
δύναμιν τοῦ ἰᾶσθαι τῶν νοσούντων τὰ πάθη
δι᾽ ὅ, ὦ Γλυκερία, Χριστῷ πρέσβευε σωθῆναι ἡμάς.
Κοντάκιο (ήχος γ΄):
Τὴν παρθένον στέργουσα καὶ Θεοτόκον Μαρίαν,
διετήρεις ἄφθορον τὴν σεαυτῆς παρθενίαν·
πόθῳ δέ καρδιωθεῖσα τῷ τοῦ Κυρίου
ἤθλησας ἀνδρειοφρόνως μέχρι θανάτου·
διὰ τοῦτο, Γλυκερία, διπλῷ στεφάνῳ σὲ στέφει Χριστὸς ὁ Θεός.
Μεγαλυνάριο:
Μύρον πολυσύνθετον τῷ Χριστῷ
ἐξ ἁγνείας πόνων καὶ αἱμάτων τοῖς σταλαγμοῖς
προσενεγκαμένη, θεόφρον Γλυκερία,
ἐν μύροις θεοβρύτοις λαμπρῶς δεδόξασαι.
γ) άγιος Αθανάσιος, επίσκοπος Χριστιανουπόλεως
Η μνήμη του τιμάται στις 17 Μαΐου.
Ο βίος του.
Απολυτίκιο (ήχος α΄):
Τοὺς τελοῦντας τὴν μνήμην καὶ τιμώντας τὸ σῶμα σου
καὶ πανευλαβῶς προσκυνοῦντας τὴν μυρίπνοον κάραν σου,
ὡς ἔχων παρρησίαν πρὸς Θεόν, ἱκέτευε Χριστὸν τὸν ἀγαθόν,
καὶ ταὶς σαὶς θερμαὶς πρεσβείαις, τῶν κινδύνων σῷζε, ὦ ἅγιε Ἀθανάσιε.
Ἔχων δὲ καὶ συμπρεσβευτήν τὸν μεγαλομάρτυρα Δημήτριον,
ἔσο ἀοράτως τῆς πόλεως ταύτης φρουρὸς καὶ προπύργιον.
Κοντάκιο (ήχος δ΄):
Ὁ δοξασθεὶς παρὰ Θεοῦ θαυμασίως
δι᾽ εὐωδίας καὶ θαυμάτων ποικίλων
ἐν τοῖς ἐσχάτοις χρόνοις, Ἀθανάσιε,
φάνηθι ταχύτατος καὶ θερμὸς ἀντιλήπτωρ
τῶν δεινῶν λυτρούμενος τοὺς πιστώς σε τιμώντας,
καὶ τοὺς τὰ λείψανα κατέχοντας τὰ σά
πρὸς μετανοίας ὁδὸν χειραγώγησον.
Μεγαλυνάριο:
Χριστιανουπόλεως ἱερὸς
ποιμενάρχης ὤφθης, Ἀθανάσιε, ἀληθῶς,
καὶ καλῶς ποιμάνας τὴν λογικήν σου ποίμνην
τῆς ἀθανάτου δόξης χαίρων ἠξίωσαι.

Δεν υπάρχουν σχόλια :
Δημοσίευση σχολίου